Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.172 Joseph. AJ 6.177 (English) >>Joseph. AJ 6.182

6.175

Τοῦ δὲ πολέμου συνεστηκότος τοῖς Ἑβραίοις καὶ τοῖς Παλαιστίνοις Σαοῦλος ἀπέλυσε τὸν Δαβίδην πρὸς τὸν πατέρα Ἰεσσαῖον ἀρκούμενος αὐτοῦ τοῖς τρισὶν υἱοῖς, οὓς ἐπὶ συμμαχίαν καὶ τοὺς κινδύνους ἔπεμψεν. 6.176 δὲ τὸ μὲν πρῶτον ἐπὶ τὰ ποίμνια πάλιν καὶ τὰς νομὰς τῶν βοσκημάτων παραγίνεται, μετʼ οὐ πολὺ δὲ ἔρχεται εἰς τὸ στρατόπεδον τῶν Ἑβραίων πεμφθεὶς ὑπὸ τοῦ πατρὸς κομίσαι τε τοῖς ἀδελφοῖς ἐφόδια καὶ γνῶναι τί πράττουσι. 6.177τοῦ δὲ Γολιάθου πάλιν ἐλθόντος καὶ προκαλουμένου καὶ ὀνειδίζοντος, ὅτι μηδείς ἐστιν ἀνδρεῖος ἐν αὐτοῖς, ὃς εἰς μάχην αὐτῷ τολμᾷ καταβῆναι, μεταξὺ τοῖς ἀδελφοῖς ὁμιλῶν Δαβίδης περὶ ὧν ἐπέστειλεν πατὴρ ἀκούσας βλασφημοῦντος τὴν στρατιὰν καὶ κακίζοντος τοῦ Παλαιστίνου ἠγανάκτησε καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ εἶπεν ἑτοίμως ἔχειν μονομαχῆσαι τῷ πολεμίῳ. 6.178πρὸς τοῦθʼ πρεσβύτατος τῶν ἀδελφῶν Ἰάναβος ἐπέπληξεν αὐτῷ τολμηρότερον παρʼ ἡλικίαν καὶ ἀμαθῆ τοῦ προσήκοντος εἰπών, ἐκέλευσέ τε πρὸς τὰ ποίμνια καὶ τὸν πατέρα βαδίζειν. καταιδεσθεὶς δὲ τὸν ἀδελφὸν ὑπεχώρησε καὶ πρός τινας τῶν στρατιωτῶν ἀπελάλησεν, ὅτι θέλοι μάχεσθαι τῷ προκαλουμένῳ. 6.179δηλωσάντων δʼ εὐθὺς τῷ Σαούλῳ τὴν τοῦ νεανίσκου προαίρεσιν μεταπέμπεται αὐτὸν βασιλεύς, καὶ πυθομένου τί βούλεται λέγεινμὴ ταπεινὸν ἔστω τὸ φρόνημα μηδʼ εὐλαβὲς, βασιλεῦ· καθαιρήσω γὰρ ἐγὼ τὴν ἀλαζονείαν τοῦ πολεμίου χωρήσας αὐτῷ διὰ μάχης καὶ τὸν ὑψηλὸν καὶ μέγαν ὑπʼ ἐμαυτῷ βαλών.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.172 Joseph. AJ 6.177 (English) >>Joseph. AJ 6.182

Powered by PhiloLogic